Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.201 Joseph. AJ 15.206 (English) >>Joseph. AJ 15.211

15.204 τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδʼ εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι διʼ αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστʼ ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη. 15.205Σόαιμος δὲ κατὰ μὲν τὰς ἀρχὰς πιστὸς ἦν οὐδὲν ὧν Ἡρώδης ἐνετέταλτο παριείς, λόγοις δὲ καὶ δωρεαῖς λιπαρέστερον τῶν γυναικῶν ἐκθεραπευουσῶν αὐτὸν ἡττᾶτο κατὰ μικρὸν ἤδη καὶ τέλος ἐξεῖπεν ἁπάσας τὰς ἐντολὰς τοῦ βασιλέως, μάλιστα μὲν οὐδʼ ἐλπίσας αὐτὸν ἐπὶ τῆς αὐτῆς ὑποστρέψειν ἐξουσίας· 15.206ἐν καὶ μᾶλλον ἐκφυγὼν τὸν ἀπʼ αὐτοῦ κίνδυνον οὐ μικρὰ χαριεῖσθαι ταῖς γυναιξὶν ὑπελάμβανεν, αἷς ἦν εἰκὸς οὐκ ἀποτεύξεσθαι τοῦ περιόντος ἀξιώματος, ἀλλὰ καὶ πλέον εἰς τὴν ἀμοιβὴν ἕξειν εἰ βασιλευούσας τοῦ βασιλεύοντος ἀγχοῦ γενησομένας. 15.207ἐπήλπιζε δʼ αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν· ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ. 15.208ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δʼ εἰ τύχοι τὸν μετʼ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατʼ αὐτὴν πάθους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.201 Joseph. AJ 15.206 (English) >>Joseph. AJ 15.211

Powered by PhiloLogic